Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.177 Joseph. AJ 20.183 (English) >>Joseph. AJ 20.188

20.181τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε καὶ πέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, καὶ συνέβαινεν τοὺς ἀπορουμένους τῶν ἱερέων ὑπʼ ἐνδείας τελευτᾶν. οὕτως ἐκράτει τοῦ δικαίου παντὸς τῶν στασιαζόντων βία. 20.182

Πορκίου δὲ Φήστου διαδόχου Φήλικι πεμφθέντος ὑπὸ Νέρωνος οἱ πρωτεύοντες τῶν τὴν Καισάρειαν κατοικούντων Ἰουδαίων εἰς τὴν Ῥώμην ἀναβαίνουσιν Φήλικος κατηγοροῦντες, καὶ πάντως ἂν ἐδεδώκει τιμωρίαν τῶν εἰς Ἰουδαίους ἀδικημάτων, εἰ μὴ πολλὰ αὐτὸν Νέρων τἀδελφῷ Πάλλαντι παρακαλέσαντι συνεχώρησεν μάλιστα δὴ τότε διὰ τιμῆς ἄγων ἐκεῖνον. 20.183καὶ τῶν ἐν Καισαρείᾳ δὲ οἱ πρῶτοι Σύρων Βήρυλλον, παιδαγωγὸς δʼ ἦν οὗτος τοῦ Νέρωνος τάξιν τὴν ἐπὶ τῶν Ἑλληνικῶν ἐπιστολῶν πεπιστευμένος, πείθουσι πολλοῖς χρήμασιν αἰτήσασθαι παρὰ τοῦ Νέρωνος αὐτοῖς ἐπιστολὴν ἀκυροῦσαν τὴν Ἰουδαίων πρὸς αὐτοὺς ἰσοπολιτείαν. 20.184καὶ Βήρυλλος τὸν αὐτοκράτορα παρακαλέσας ἐπέτυχε γραφῆναι τὴν ἐπιστολήν. αὕτη τῷ ἔθνει ἡμῶν τῶν μετὰ ταῦτα κακῶν τὰς αἰτίας παρέσχεν· πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καισάρειαν Ἰουδαῖοι τὰ γραφέντα τῆς πρὸς τοὺς Σύρους στάσεως μᾶλλον εἴχοντο μέχρι δὴ τὸν πόλεμον ἐξῆψαν. 20.185

Ἀφικομένου δὲ εἰς τὴν Ἰουδαίαν Φήστου συνέβαινεν τὴν Ἰουδαίαν ὑπὸ τῶν λῃστῶν κακοῦσθαι τῶν κωμῶν ἁπασῶν ἐμπιπραμένων τε καὶ διαρπαζομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.177 Joseph. AJ 20.183 (English) >>Joseph. AJ 20.188

Powered by PhiloLogic